Παρακλητικοί Κανόνες

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΤΟΝ ΠΡΟΔΡΟΜΟ

145
Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
 
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
 
Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
 
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
 
Τή Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν ἐν μετάνοια κράζοντες ἐκ βάθους ψυχῆς. Δέσποινα βοήθησον, ἐφ' ἠμίν σπλαγχνισθεῖσα,
σπεῦσον ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων, μή ἀποστρέψεις σούς δούλους κενούς. Σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
 
Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Ὁ τοῦ Κυρίου μεγαλώνυμος κῆρυξ καί Ἀποστόλων ἡ κρηπίς Ἰωάννη, θεομιμήτως πάριδε Πανάγιε, ἅπαντα τά πταίσματα, τῆς ἀθλίας ψυχῆς μου. Ρύσαι ἐκ παντοίων μέ καί
ποικίλων κινδύνων, καί τόν κοινόν ἰλέωσαι Θεόν, ἴνα ἐν κρίσει παράσχει μοί ἄφεσιν.
 
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
 
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
 
Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.
 
Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Δεινῶν μέ χειμάζουσι λογισμοί, πρός σέ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Προφήτα καί Πρόδρομε Κυρίου, ἐκ πάσης νόσου καί βλάβης μέ λύτρωσαι.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Παθῶν μέ ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας ἐμπιπλῶσαι μου τήν ψυχήν, εἰρήνευσον, Μάκαρ, ταῖς πρεσβείαις, ταῖς πρός Θεόν σου, Προφήτα καί σῶσον μέ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Τόν γής καί θαλάσσης καί Οὐρανοῦ, Ποιητήν ἁπάντων ἀοράτων καί ὁρατόν ὡς αὐτόν βαπτίσας ἐκδυσώπει, ἐκ πάσης νόσου καί βλάβης ρυσθῆναι μέ.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νοσοῦντα τό σῶμα καί τήν ψυχήν, ἐπισκοπῆς θείας καί προνοίας τῆς παρά σου, ἀξίωσον μόνη θεομῆτορ, ὡς ἀγαθή ἀγαθοῦ τέ λοχεύτρια.
 
Ὠδή γ'. Οὐρανίας ἁψίδος.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Προστασίαν καί σκέπην, τήν σήν ἀεί δίδου μοί, ἐπικαλουμένω Προφήτα, σύ μέ κυβέρνησον, ταῖς ἰκεσίαις σου, τόν ἀσφαλῆ πρός λιμένα, καί δεσμῶν μέ λύτρωσαι
τοῦ πολεμήτορος.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἱκετεύω, Προφήτα, τόν ψυχικόν τάραχον, καί τάς προσβολᾶς τῶν δεινῶν νόσων πάντοτε, ἐπερχομένας μοί, ἐξ ἐμοῦ, Πρόδρομε, τάχυ, μακράν ἀποδίωξον ταῖς ἰκεσίαις σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Χαλεπαῖς ἁμαρτίαις, καί νοσεροῖς πάθεσι, περικλυζομένω, Προφήτα, σύ μοί βοήθησον, ὑπό τήν σκέπην σου, ὁλοτελῶς προσφυγόντι, καί θερμῶς κραυγάζοντι,
σῶσον μέ Πρόδρομε.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Εὐεργέτην τεκοῦσα, τόν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τόν πλοῦτον, πάσιν ἀναβλυσον. πάντα γάρ δύνασαι, ὡς δυνατόν ἐν ἰσχύι, τόν Χριστόν κυήσασα, Θεομακάριστε.
Διασωσον ἐκ πάσης νόσου Πρόδρομέ του Σωτῆρος, τούς ὑπό τήν σκέπην σου καταφεύγοντας, καί λύτρωσαι αἰωνίων βασάνων.
Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
 
Ἱερέας: Αἴτησις καί τό Κάθισμα.
Ἦχος δ'. Ταχύ προκατάλαβε…
Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τή γῆ, Χριστός ἀπεκάλυψε, τήν κεφαλήν σου ἠμίν , Προφήτα καί Πρόδρομε. Πάντες οὔν συνελθόντες, ἐν τή ταύτης εὐρέσει,
ἄσμασι θεηγόροις, τόν Σωτήρα ὑμνοῦμεν, τόν σώζοντα ἠμᾶς, ἐκ φθορᾶς, ταῖς ἰκεσίαις σου.
 
Ὠδή δ'. Εἰσακήκοα Κύριε
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τῶν παθῶν μου τόν τάραχον, ὁ τόν εἰρηνάρχην βαπτίσας Κύριον, ταῖς πρεσβείαις σου κατεύνασον, καί εἰς γῆν πραέων μέ ἐνόρμισον.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Εὐσπλαχνίας τό πέλαγος, ὁ ἀνυποστόλως κηρύξας ἄπασι, καθικέτευέ σου δέομαι, τῶν βασάνων ὅπως λυτρωθείημεν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Ἀπολαύοντες, Πρόδρομε, τῶν σῶν δωρημάτων σοί χαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ τῆς σῆς τρυφῶντες ἀντιλήψεως.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οἱ ἐλπίδα καί στήριγμα, καί τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σέ, Πανύμνητε, δυσχέρειας πάσης ἐκλυτρούμεθα.
 
Ὠδή ἐ'. Φώτισον ἠμᾶς.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Πλήρωσον ἠμῶν, τάς αἰτήσεις τῶν τιμώντων σέ, ὁ τοῦ ἀδύτου τήν ὑφήλιον, φωτός πληρώσας τῷ κηρύγματί σου, Πρόδρομε.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Λύτρωσον ἠμᾶς, ἐκ κινδύνων Βαπτιστᾶ τοῦ Χριστοῦ, ὁ αἰωνίαν κηρύξας λύτρωσιν, καί τήν εἰρήνην τήν πάντα νοῦν ὑπερέχουσαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Λύσον τῶν δεινῶν νοσημάτων τήν ἀσθένειαν, τῶν πρεσβειῶν τῶν σῶν τή θερμοτητι, ὁ τόν Σωτήρα βαπτίσαι φανεῖς ἐπάξιος.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τήν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καί τήν ὑγείαν ταῖς πρεσβείαις σου παρασχου μοί.
 
Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Θανάτου καί τῆς φθορᾶς ἑξάρπασον, ἀφθαρσίαν μοί διδούς ἀπολαύειν, ἐκ πειρασμῶν καί κίνδυνων παντοίων, καί ἐξ ἑφόδου τῶν νόσων ἐξαίρων μέ. Δεήσεσι σαῖς Βαπτιστά,
ἐν Κυρίω καί σῶσον μέ δέομαι.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Προστάτην σέ τῆς ζωῆς ἐπίσταμαι, καί θερμόν ἐν περιστάσεσι πρέσβυν, καί πειρασμῶν διαλύοντα νέφος, καί πάσαν νόσον καί βλάβην ἐλαύνοντα καί δέομαι ὁ δυσμενής,
ἐκ φθορᾶς τῶν παθῶν μου ρυσθῆναι μέ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Ἐν λάκκω ἁμαρτιῶν ἐμπέπτωκα, καί αὐτοῦ ἀναδραμεῖν οὐκ ἰσχύω. ἀλλ' ὁ Θεός τόν ἐκ λάκκου λεόντων, βαπτίσας πάλαι προφήτην ρυσάμενον, λιτάνευε ἴν ἐξ αὐτοῦ, ἀναγάγη μέ,
Τίμιε Πρόδρομε.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καί ψυχῶν σέ παντελῆ σωτηρίαν, καί πλατυσμόν ἐν ταῖς θλίψεσι, Κόρη, καί τῷ φωτί σου ἀεί ἀγαλλόμεθα. ὤ Δέσποινα καί νῦν ἠμᾶς,
τῶν παθῶν καί κινδύνων διασωσον.
Διασωσον ἐκ πάσης νόσου, Πρόδρομε τοῦ Σωτῆρος, τούς ὑπό τήν σκέπην σου καταφεύγοντας, καί λύτρωσαι αἰωνίων βασάνων.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
 
Ὅ Ἱερεύς μνημονεύει ὡς ἔθος.
Εἴτα τό Κοντάκιον. Ἦχος β'. τά ἄνω ζητῶν…
Προφήτα Θεοῦ καί Πρόδρομέ της χάριτος, τήν Κάραν τήν σήν, ὡς ρόδον ἱερώτατον, ἐκ τῆς γής εὐράμενοι, τάς ἰάσεις πάντοτε λαμβάνομεν. Καί γάρ πάλιν ὡς πρότερον,
ἐν κόσμω κηρύττεις τήν μετάνοιαν.
 
 
 
Καί εὐθύς τό Προκείμενον Ἦχος δ'.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσουσιν.
 
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην (29-34.)
Τῷ καιρῶ ἐκείνω βλέπει ὁ Ἰωάννης τόν Ἰησοῦν ἐρχόμενον πρός αὐτόν, καί λέγει. Ἴδε ὁ ἀμνός τοῦ Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν τοῦ κόσμου. Οὗτος ἔστι περί οὗ ἐγώ εἶπον.
Ὀπίσω μου ἔρχεται ἀνήρ, ὅς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μου ἤν. καγῶ οὐκ ἤδειν αὐτόν. ἀλλ' ἴνα φανερωθῆ τῷ Ἰσραήλ, διά τοῦτο ἦλθον ἐγώ ἐν τῷ ὕδατι βαπτίζων.
Καί ἐμαρτύρησεν Ἰωάννης, λέγων. Ὅτι τεθέαμαι τό Πνεῦμα καταβαῖνον ὡσεί περιστεράν ἐξ οὐρανοῦ, καί ἔμεινεν ἐπ' αὐτόν. Καγῶ οὐκ ἤδειν αὐτόν, ἀλλ' ὁ πέμψας μέ βαπτίζειν
ἐν ὕδατι, ἐκεῖνος μοί εἶπεν. Ἐφ' ὄν ἄν ἴδης τό Πνεῦμα καταβαῖνον καί μένον ἐπ' αὐτόν, οὗτος ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίω. Καγῶ ἐώρακα, καί μεμαρτύρηκα, ὅτι οὗτος
ἐστιν ὁ Υἱός τοῦ Θεοῦ.
 
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Ταῖς τοῦ Προδρόμου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
 
Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
 
Ἦχος Πλ. β'. Ὅλην ἀποθεμένοι...
Προφήτα καί Πρόδρομε, ψυχῆς ἐμῆς θυμηδία, δέξαι, Πανακήρατε, τήν προσφερομένην σοί ἱκεσίαν μου, θλίψις γάρ ἔχει μέ καί δεινά παντοία, Ἰωάννη μεγαλώνυμε, σῶσον τόν
δοῦλον σου, καί χειρός τοῦ δράκοντας μέ ἑξάρπασον, καί τούτου τῶν παγίδων νῦν, ὡς εὐσυμπαθῆς ἐλευθέρωσον, πρεσβείαν προσάγων, καθό κοινός μεσίτης πρός Θεόν,
καί πάσης νόσου ἐκλύτρωσαι τόν αὐτοκατάκριτον.
 
Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου ....... (τῆς ἡμέρας),
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.
 
Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τῆς Ἀδάμ ἁμαρτίας τό χειρόγραφον, Λόγον τόν διαρρήξαντα, ἐν ρείθροις Ἰορδάνου κραυγάζων ὑπεδέξω, Ἰωάννη Πανεύφημε. Ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Θελητήν τοῦ ἐλέους, τόν φιλάνθρωπον, Μάκαρ, ὑπέρ τῶν δούλων σου, δυσώπει τῶν πταισμάτων καί νόσων ἰοβόλων, λυτρωθῆναι τούς ψάλλοντας.
Ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Θησαυρόν σωτηρίας καί γαλήνιον ὅρμον, καί ἐν κινδύνοις ταχύν, προστάτην τοῖς καλούσιν, εἰδότες σέ βοῶμεν, τό κλυδώνιον στόρεσον, ἀσθενειῶν, Βαπτιστᾶ, ταῖς ἰκεσίαις σου.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Σωμάτων μαλακίας καί ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθω προσιόντων τή σκέπη σου τή θεία, θεραπεύειν ἀξίωσον, ἡ τόν Σωτήρα Χριστόν ἠμίν ἀποτεκοῦσα.
 
Ὠδή ἡ'. Τόν Βασιλέα
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τούς βοηθείας τῆς παρά σου δεομένους, μή παρίδης, Προφήτα, βοώντας, καί ἑξαιτουμένους τήν σήν ἐπιστασίαν.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τῶν ἰαμάτων τό δαψιλές ἐπιχέεις, τοῖς πιστῶς ὑμνούσι σέ, Προφήτα, καί ἀνευφημούσι, Παμμάκαρ Ἰωάννη.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Τῆς σωτηρίας τόν ἀρχηγόν ἱκετεύων, τόν Χριστόν, Προφήτα, μή ἐλλίπης, ὅπως ἐκ βασάνων ρυσθῶμεν αἰωνίων.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τῶν πειρασμῶν σύ τάς προσβολᾶς ἐκδιώκεις, καί παθῶν τάς ἑφόδους, Παρθένε, ὅθεν σέ ὑμνοῦμεν εἰς πάντας τούς αἰώνας.
 
Ὠδή θ'. Κυρίως Θεοτόκον
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ροήν μου τῶν δακρύων μή ἀποποίησης, ὁ ἐν ροαῖς Ἰορδάνου τόν πάντων Θεόν, συγκαταβάντα βαπτίσας, ὄν μεγαλύνομεν.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Κακώσεως δαιμόνων, τῆς ἀδιαλείπτως ἐκπιεζούσης Προφήτα μέ λύτρωσαι, καί ἐπηρείας τῆς τούτων δεῖξον ἀνώτερον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Ἰσχύς καί θεραπεία, τῆς ἐξ ἀκρασίας καί χαλεπῆς ἁμαρτίας, Προφήτα γενού, κεκακωμένη ψυχή μου, ἴνα γεραίρω σέ.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Χαρᾶς μου τήν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τό πλήρωμα, τῆς ἁμαρτίας τήν λύπην ἑξαφανίσασα.
 
Μεγαλυνάρια
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον, καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν Τιμιωτέρα τῶν Χερουβείμ, καί Ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Ἄγονον καί ἄκαρπον τήν ψυχήν, κέκτημαι, Παμμάκαρ, φύλλα μόνον ἄνευ καρπῶν, ἔρημον ἁπάσης ἀγαθῆς ἐργασίας, Προφήτα, ἀρετῶν μέ δεῖξον καρπούμενον.
Βαπτιστά καί Πρόδρομέ του Χριστοῦ, λύχνε φαεσφόρε, ἱκετεύω σέ ἐκτενῶς, λύχνον ἀναψόν μου ψυχῆς τῆς ταλαίπωρου, ἐσκοτισμένην οὖσαν σύ καταλάμπρυνον.
Δέομαι, Προφήτα καί Βαπτιστά, μή μέ ὑπερίδης τόν ἀνάξιον πρεσβευτήν, καταβαπτισθέντα τοῖς πάθεσι τοῦ βίου, καί ἐν βορβόρω ὄντα σύ ἑξανάστησον.
Πρέσβευε Προφήτα πρός τόν Θεόν, ὑπέρ τοῦ λαοῦ σου καί ἠμῶν τῶν ἁμαρτωλῶν, τῶν καταφευγόντων τή σκέπη σου τή θεία, καί ρύσαι πάσης νόσου καί περιστάσεως.
Δέσποινα καί Μήτηρ τοῦ λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν ἱκετῶν, ἴνα μεσιτεύσης πρός τόν ἔκ σού τεχθέντα, ὤ Δέσποινα τοῦ Κόσμου, γενοῦ μεσίτρια.
 
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
 
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
 
Καί τό Τροπάριον. Ἦχος β'.
Μνήμη δικαίου μετ' ἐγκωμίων, σοί δέ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου, Πρόδρομε, ἀνεδείχθης γάρ ὄντως καί Προφητῶν σεβασμιώτερος, ὅτι καί ἐν ρείθροις βαπτίσαι κατηξιώθης
τόν κηρυττόμενον. Ὅθεν της ἀληθείας ὑπεραθλήσας χαίρων, εὐηγγελίσω καί τοῖς ἐν Ἅδη, Θεόν ἀνερωθέντα ἐν σαρκί, τόν αἴροντα τήν ἁμαρτίαν τοῦ κόσμου, καί παρέχοντα ἠμίν
τό μέγα ἔλεος.
 
Ὁ Ἱερεύς μνημονεύει ὡς ἔθος.
Ἐν τή Ἀπολύσει, προσκυνοῦντες τήν ἁγίαν Εἰκόνα, ψάλλομεν τό παρόν Προσόμοιον
 
Ἦχος β' Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν.
Σπεῦσον ἐξελού μέ πειρασμῶν, Πρόδρομε Κυρίου Παμμάκαρ, καθικετεύω σέ, μάτην γάρ κεκίνηνται οἱ πολεμοῦντες μέ, κατ’ ἐμοῦ πικροί δαίμονες, ζητοῦντες ἁρπᾶσαι, τήν ψυχήν
τοῦ δούλου σου, ὥσπερ στρουθίον οἰκτρόν, μή μέ καταλίπης εἰς τέλος, γνώτωσαν δέ μᾶλλον, Προφήτα, ὅτι σύ μου πέλεις καταφύγιον.
 
Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
 
Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
 
Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.
 
Ὁ χορός Ἀμήν.

Profiths ilas program

Profiths ilas enoriako mouseio

Profiths ilas books

Profiths ilas enoriakes

Profiths ilas iera leipsana

Profiths ilas photo


ΕΠΙΚΟΙΝΩΝΙΑ

Διεύθυνση: Προφήτη Ηλία 109-111
Δήμος Πυλαία-Χορτιάτη
Νομού Θεσσαλονίκης
Τ.Κ.: 55535
2310-300934 
i.n.profiti.ilia@gmail.com
εκκλησία της ελλαδος πειραικη εκκλησια

ΧΡΗΣΙΜΟΙ ΣΥΝΔΕΣΜΟΙ

Οικουμενικό Πατριαρχείο
Οικουμενικό Πατριαρχείο
Εκκλησία της Ελλάδος
Εκκλησία της Ελλάδος
Ιερά αρχιεπισκοπή Αθηνών
Ιερά Αρχιεπισκοπή Αθηνών
Ιερά Μητρόπολη Θεσσαλονίκης
Ιερά Μητρόπολη Θεσσαλονίκης

Search